F. Sbordone


Aesop's Fables (Chambry edition)



Download 125.92 Kb.
Page14/17
Date16.10.2022
Size125.92 Kb.
#87979
1   ...   9   10   11   12   13   14   15   16   17
Aftonio,websites, fabulas

Aesop's Fables (Chambry edition)


Chambry 94 = Perry 85
Chambry 94 = Perry 85 Δέλφαξ καὶ πρόβατα.
Ἔν τινι ποίμνῃ προβάτων δέλφαξ εἰσελθὼν ἐνέμετο. Καὶ δή ποτε τοῦ ποιμένος συλλαμβάνοντος αὐτόν, ἐκεκράγει τε καὶ ἀντέτεινε. Τῶν δὲ προβάτων αἰτιωμένων αὐτὸν ἐπὶ τῷ βοᾶν καὶ λεγόντων· Ἡμᾶς μὲν συνεχῶς συλλαμβάνει καὶ οὐ κράζομεν, ἔφη πρὸς ταῦτα· Ἀλλ' οὐχ ὅμοία γε τῇ ὑμετέρᾳ ἡ ἐμὴ σύλληψις· ὑμᾶς γὰρ ἢ διὰ τὰ ἔρια ἀγρεύει ἢ διὰ τὸ γάλα, ἐμὲ δὲ διὰ τὰ κρέα. Ὁ λόγος δηλοῖ ὅτι εἰκότως ἐκεῖνοι ἀνοιμώζουσιν οἷς ὁ κίνδυνος οὐ περὶ χρημάτων ἐστίν, ἀλλα περὶ σωτηρίας.
(variant version from Chambry's first edition)
Chambry 94 = Perry 85 Δέλφαξ καὶ αλώπηξ.
Ὄνῳ τις ἐπιθεὶς αἶγα καὶ πρόβατον καὶ δέλφακα ἤλαυνεν εἰς ἄστυ. Τοῦ δὲ δέλφακος παρ' ὅλην τὴν ὁδὸν κεκραγότος, ἀλώπηξ ἀκούσασα ἐπυνθάνετο αὐτοῦ τὴν αἰτίαν δι' ἥν, τῶν λοιπῶν μεθ' ἡσυχίας φερομένων, αὐτὸς μόνος βοᾷ. Ὁ δὲ ὑποτυχὼν εἶπεν· Ἀλλ' ἔγωγε οὐ μάτην ὀδύρομαι· εὖ γὰρ οἶδα ὅτι τοῦ μὲν προβάτου ἔρια τε καὶ ἄρνας παρεχομένου ὁ δεσπότης ἀφέξεται· ὁμοίως δὲ καὶ τῆς αἰγὸς διὰ τοὺς τυροὺς καὶ τοὺς ἐρίφους· ἐμοὶ δὲ οὐκ ἔχων εἰς ἄλλο τι χρήσασθαι, πάντως θῦσαί με θέλει καὶ φαγεῖν.
Οὕτω καὶ τῶν ἀνθρώπων οὐ μεμπτέοι εἰσὶν ὅσοι τὰς μελλούσας προορώμενοι συμφορὰς ἀποκλαίονται ἑαυτούς.

Aphthonius 31 = Perry 101


Μῦθος ὁ τοῦ κολοιοῦ παραινῶν τὴν πλεονεξίαν μισεῖν.
Κάλλους ἦν ἀγὼν καὶ παρὰ τῷ Διὶ κριθησόμενοι πάντες οἱ ὄρνεις ἐφοίτων: Ἑρμοῦ δὲ τὴν κυρίαν ὁρίζοντος, ποταμούς τε καὶ λίμνας ἅπαντες κατελάμβανον, τὰ μὲν φαῦλα τῶν πτερῶν ἀποβάλλοντες, τὰ δὲ κρείττω φαιδρύνοντες. κολοιὸς δὲ οὐδὲν εὐπρεπὲς ἔχων ἀπὸ τῆς φύσεως, ἃ τῶν ἄλλων ἐξέπιπτε, ταῦτα οἰκεῖον συνέθηκε κόσμον. γλαῦξ δὲ μόνη ἐπιγνοῦσα, τὸ ἑαυτῆς ἀφῃρεῖτο τὸν κολοιὸν καὶ τὰ ἄλλα πράττειν ἀνέπειθεν. ἀφαιρεθεὶς δὲ τὰ παρὰ πάντων ὁ κολοιός, γυμνὸς εἰς τὴν Διὸς ἀφίκετο κρίσιν.
Νόμος ἐπείσακτος αἰσχύνη τοῖς ἔχουσιν.

F. Sbordone, Rivista Indo-Greco-Italica, 16 (1932), pp. 47-57.
Aphthonius 32 = Perry 276

Download 125.92 Kb.

Share with your friends:
1   ...   9   10   11   12   13   14   15   16   17




The database is protected by copyright ©sckool.org 2022
send message

    Main page