F. Sbordone


Μῦθος ὁ τῆς ἀλώπεκος παραινῶν μὴ βλέπειν τὰ μείζονα



Download 125.92 Kb.
Page11/17
Date16.10.2022
Size125.92 Kb.
#87979
1   ...   7   8   9   10   11   12   13   14   ...   17
Aftonio,websites, fabulas
Μῦθος ὁ τῆς ἀλώπεκος παραινῶν μὴ βλέπειν τὰ μείζονα.
Ἀλώπηξ λέοντι συνῆν ἐν ὑπηρέτου προσχήματι καὶ ἡ μὲν ἄγρας ἐμήνυεν, ὁ δὲ ἐμπίπτων ἐλάμβανεν: ἑκατέρῳ τοίνυν πρὸς τὴν ἀξίαν διῃρεῖτο μερίς. ζηλοτυπήσασα δὲ ἡ ἀλώπηξ τῶν πλειόνων τὸν λέοντα, θηρᾶν ἀντὶ τοῦ μηνύειν ᾑρεῖτο, καὶ πειρωμένη ποίμνης τι λαβεῖν, κατέστη πρώτη τοῖς θηρῶσιν εἰς θήραμα.
Ἄρχεσθαι μᾶλλον ἀσφαλῶς ἄμεινον ἢ κρατεῖν σφαλερῶς.

F. Sbordone, Rivista Indo-Greco-Italica, 16 (1932), pp. 47-57.
Aphthonius 21 = Perry 153
Μῦθος ὁ τῶν προβάτων παραινῶν ἀπατῶσι μὴ πείθεσωαι.
Οἱ λύκοι πρὸς τὰ πρόβατα: << τί δὲ ἡμῖν ἄσπονδος ἀεὶ καὶ ἀκήρυκτος πόλεμος; αἴτιοι δὲ οἱ κάκιστα ἀπολούμενοι κύνες, οἳ προσιόντας μὲν ἡμᾶς ὑλακτοῦσιν, οὐδὲν δὲ ἠδικηκότας συγκρούουσιν: ἀλλ' εἰ τούτους ἐκποδὼν καταστήσετε, σπονδαὶ ἐθένδε καὶ διαλλαγαὶ καταστήσονται. >> εἶπον εἰς ἀπάτην, τὰ δὲ ρᾳδίως ὑπήγετο: καὶ οἱ μὲν κύνες ἐλήλαντο, αὐτὰ δὲ ἔρημα φυλακῆς διεφθείρετο.
Ἐχθροῖς πειθαρχῶν ὑποστεήσῃ τὸν κίνδυνον.

F. Sbordone, Rivista Indo-Greco-Italica, 16 (1932), pp. 47-57.
Aphthonius 22 = Perry 413
Μῦθος ὁ τῆς ἐλαίας καὶ τῆς συκῆς σωφρονεῖν παραινῶν τῇ νεότητι.
Ἐλαία κατεγέλα συκῆς, ὡς αὐτὴ μὲν ἀνθοῦσα πρὸς ἅπασαν ὥραν, συκῆς δὲ τὸ ἄνθος συμμεταβαλλούσης ταῖς ὥραις. αἷς καὶ καταρρυείσα χιών, τὴν μὲν ἐλαίαν κομῶσαν εὑ ροῦσα, τοῖς θαλλοῖς ἐνιζάνουσα, σὺν τῷ κάλλει καθάπαξ ταύτην διέφθειρε: τὴν δὲ φύλλων εὑροῦσα γυμνήν, οὐδὲν ἠδίκει πρὸς γῆν ὑ πορρέουσα.
Κάλλος μὴ σωφρονοῦν τοῖς κεκτημένοις καθέστηκεν ὄνειδος.

F. Sbordone, Rivista Indo-Greco-Italica, 16 (1932), pp. 47-57.
Aphthonius 23 = Perry 138
Μῦθος ὁ τῶν λαγωῶν τοὺς ἀτυχοῦντας ψυχαγωγῶν.
Θάνατον ἑαυτῶν κατεψηφίζοντο λαγωοὶ καὶ τελευτᾶν μὲν ἐδόκει, τὸ δὲ ὅποι, ζητεῖν ὑπελείπετο. λίμνην δὲ τῷ θανάτῳ προσήκοντα χῶρον ὁρίσαντες, ἔθεον ἅπαντες ὡς παρὰ ταύτην ἀποθανούμενοι. προσιόντων δέ, τὸν κτύπον οὐκ ἤνεγκαν οἱ παρὰ τὰς ὄχθας διατρίβοντες βάτραχοι, τοὺς δὲ τῆς λίμνης μυχοὺς κατελάμβανον: καὶ δὴ πρεσβύτης ἑωρακὼς λαγωός: << λελύσθω - ἔφη - τοῦ θανάτου ἡ ψῆφος: πεφήνασι γὰρ ἡμῶν ἀνανδρότεροι. >>
Ψυχαγωγοῦσι τοὺς ἀτυχήσαντας οἱ μᾶλλον κακοπραγήσαντες.

F. Sbordone, Rivista Indo-Greco-Italica, 16 (1932), pp. 47-57.
Aphthonius 24 = Perry 289


Download 125.92 Kb.

Share with your friends:
1   ...   7   8   9   10   11   12   13   14   ...   17




The database is protected by copyright ©sckool.org 2023
send message

    Main page